‘AndΚαὶit will beἔσταιinἐνthe lastταῖς ἐσχάταιςdays,ἡμέραιςsaysλέγειGod,ὁ θεόςthat I will pour outἐκχεῶfromἀπὸmyμουSpiritτοῦ πνεύματόςonἐπὶallπᾶσανflesh,σάρκαandκαὶyourὑμῶνsonsοἱ υἱοὶandκαὶyourὑμῶνdaughtersαἱ θυγατέρεςwill prophesy,προφητεύσουσινandκαὶyourὑμῶνyoung menοἱ νεανίσκοιwill seeὄψονταιvisions,ὁράσειςandκαὶyourὑμῶνold menοἱ πρεσβύτεροιwill dreamἐνυπνιασθήσονταιdreams;ἐνυπνίοις
Quotation · Joel 2:28-32
Go to Joel 2:28-32Peter quotes Joel 2:28-32. He begins with “in the last days” where the Hebrew says “after this,” and ends with “everyone who calls on the name of the Lord will be saved.”
Formula: τοῦτό ἐστιν τὸ εἰρημένον διὰ τοῦ προφήτου Ἰωήλ “this is what was spoken through the prophet Joel” (Acts 2:16)
See the original texts
Greek of the New Testament: Καὶ ἔσται ἐν ταῖς ἐσχάταις ἡμέραις λέγει ὁ θεός ἐκχεῶ ἀπὸ τοῦ πνεύματός μου ἐπὶ πᾶσαν σάρκα καὶ προφητεύσουσιν οἱ υἱοὶ ὑμῶν καὶ αἱ θυγατέρες ὑμῶν καὶ οἱ νεανίσκοι ὑμῶν ὁράσεις ὄψονται καὶ οἱ πρεσβύτεροι ὑμῶν ἐνυπνίοις ἐνυπνιασθήσονται καί γε ἐπὶ τοὺς δούλους μου καὶ ἐπὶ τὰς δούλας μου ἐν ταῖς ἡμέραις ἐκείναις ἐκχεῶ ἀπὸ τοῦ πνεύματός μου καὶ προφητεύσουσιν καὶ δώσω τέρατα ἐν τῷ οὐρανῷ ἄνω καὶ σημεῖα ἐπὶ τῆς γῆς κάτω αἷμα καὶ πῦρ καὶ ἀτμίδα καπνοῦ ὁ ἥλιος μεταστραφήσεται εἰς σκότος καὶ ἡ σελήνη εἰς αἷμα πρὶν ἢ ἐλθεῖν ἡμέραν κυρίου τὴν μεγάλην καὶ ἐπιφανῆ καὶ ἔσται πᾶς ὃς ἐὰν ἐπικαλέσηται τὸ ὄνομα κυρίου σωθήσεται
Hebrew (Masoretic text): וְהָיָה אַחֲרֵי כֵן אֶשְׁפּוֹךְ אֶת רוּחִי עַל כָּל בָּשָׂר וְנִבְּאוּ בְּנֵיכֶם וּבְנוֹתֵיכֶם זִקְנֵיכֶם חֲלֹמוֹת יַחֲלֹמוּן בַּחוּרֵיכֶם חֶזְיֹנוֹת יִרְאוּ וְגַם עַל הָעֲבָדִים וְעַל הַשְּׁפָחוֹת בַּיָּמִים הָהֵמָּה אֶשְׁפּוֹךְ אֶת רוּחִי וְנָתַתִּי מוֹפְתִים בַּשָּׁמַיִם וּבָאָרֶץ דָּם וָאֵשׁ וְתִימֲרוֹת עָשָׁן הַשֶּׁמֶשׁ יֵהָפֵךְ לְחֹשֶׁךְ וְהַיָּרֵחַ לְדָם לִפְנֵי בּוֹא יוֹם יְהוָה הַגָּדוֹל וְהַנּוֹרָא וְהָיָה כֹּל אֲשֶׁר יִקְרָא בְּשֵׁם יְהוָה יִמָּלֵט כִּי בְּהַר צִיּוֹן וּבִירוּשָׁלִַם תִּהְיֶה פְלֵיטָה כַּאֲשֶׁר אָמַר יְהוָה וּבַשְּׂרִידִים אֲשֶׁר יְהוָה קֹרֵא
Septuagint (Joel 2:27-32 in the Septuagint numbering): καὶ ἐπιγνόσεσθε ὅτι ἐν μέσῳ τοῦ Ἰσραὴλ ἐγὼ εἰμι, καὶ ἐγὼ Κύριος ὁ θεὸς ὑμῶν, καὶ οὐκ ἔστιν ἔτι πλὴν ἐμοῦ, καὶ οὐ μὴ καταισχυνθῶσιν ἔτι ὁ λαός μου εἰς τὸν αἰῶνα. Καὶ ἔσται μετὰ ταῦτα καὶ ἐκχεῶ ἀπὸ τοῦ πνεύματός μου ἐπὶ πᾶσαν σάρκα, καὶ προφητεύσουσιν οἱ υἱοὶ ὑμῶν καὶ αἱ θυγατέρες ὑμῶν, καὶ οἱ πρεσβύτεροι ὑμῶν ἐνύπνια ἐνυπνιασθήσονται, καὶ οἱ νεαυίσκοι ὑμῶν ὁράσεις ὄψονται· καὶ ἐπὶ τοὺς δούλους μου καὶ ἐπὶ τὰς δούλας ἐν ταῖς ἡμέραις ἐκείναις ἐκχεῶ ἀπὸ τοῦ πνεύματός μου· καὶ δώσω τέρατα ἐν τῷ οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς αἷμα καὶ πῦρ καὶ ἀτμίδα καπνοῦ· ὁ ἥλιος μεταστραφήσεται εἰς σκότος καὶ ἡ σελήνη εἰς αἵμα πρὶν ἐλθεῖν ἡμέραν Κυρίου τὴν μεγάλην καὶ ἐπιφανῆ· καὶ ἔσται πᾶς ὅς ἂν ἐπικαλέσηται τὸ ὄνομα Κυρίου σωθήσεται ὅτι ἐν τῷ ὄρει Σειὼν καὶ ἐν Ἰερουσαλὴμ ἔσται ἀνασωζόμενος, καθότι εἶπεν Κύριος, καὶ εὐαγγελιζόμενοι οὓς Κύριος προσκέκληται.
The Greek of the NT matches the Septuagint word for word in 19 consecutive words: “ἐκχεῶ ἀπὸ τοῦ πνεύματός μου ἐπὶ πᾶσαν σάρκα καὶ προφητεύσουσιν οἱ υἱοὶ ὑμῶν καὶ αἱ θυγατέρες ὑμῶν καὶ οἱ.”
Septuagint, Swete’s text, First1KGreek transcription (with reading errors), CC BY-SA 4.0